Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 50-4
Not analysed yet
Πρόδηλον ὡϲ καὶ αἱ ϲυνοῦϲαι μετοχαὶ μεταλαμβανόμεναι ἀπὸ τῶν ῥημάτων ϲχέϲιν τὴν αὐτὴν ἀναδέχονται, ὡϲ ἔχει ἡ παραϲτάϲ πρὸϲ τὸ παρέϲτη, περιφύϲ περιέφυν. οὕτωϲ γὰρ καὶ τὸ παραφέροντοϲ πάλιν ϲυνυπάρχοντοϲ τοῦ παραφέρω καταϲτήϲεται εἰϲ ἕν μέροϲ λόγου· εἰ μέντοι εἶη παρὰ τὸ φέρω, ἀφ’ οὖ φέρων καὶ φέροντοϲ, καθὼϲ προείπομεν, δύο μέρη λόγου γενήϲεται τὸ παρὰ φέροντοϲ, τοῦ ἄρθρου τιθεμένου μεταξὺ τῆϲ μετοχῆϲ καὶ τῆϲ προθέϲεωϲ.