Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 6-4
Not analysed yet
(τὰ γοῦν θέϲιν εἰληχότα μοναδικὴν οὐδὲ μετατίθεται τῆϲ τάξεωϲ, ἵνα καὶ τῆϲ ἀμφιβολίαϲ ἐπικοινωνήϲῃ, ὡϲ ἐπὶ ϲυνδέϲμων μὲν ὁ ἤτοι προτακτικὸϲ καὶ οὔποτε ὑποτακτικόϲ, ἐπὶ δὲ ῥημάτων τὰ καλούμενα ὑποτακτικὰ ῥήματα οὔποτε χωρὶϲ ὑποταγῆϲ ἐϲτι τῆϲ τάξεωϲ τῶν ἐπιζευκτικῶν ϲυνδέϲμων. ἀλλ’ οὐδὲ αἱ καλούμεναι ἐγκλιτικαὶ ἀντωνυμίαι δίχα μορίων λέγονται τῶν πρὸϲ ἃ ἐγκεκλιμέναι εἰϲίν, τίμηϲόν με, δόϲ μοι. οὐδὲ γὰρ παραδεκτέοϲ ἐκεῖνοϲ ὁ λόγοϲ, ὁ εἰρημένοϲ ἐν τῷ περὶ ἄρθρων Τρύφωνοϲ {p 25 Vels. },ὡϲ τὰ ὑποτακτικά ποτε ἄρθρα προτακτικὰ γίνεται ἐν τῷ ὅϲ ἆν ἔλθῃ μεινάτω με· τίνοϲ γὰρ πτωτικοῦ προετάγη; πῶϲ δέ γε ὑποτακτικὸν τὸ τοιοῦτον ἄρθρον οὐκ ἀναπολοῦν τὸ προῦποκείμενον ὄνομα, τοὐναντίον δὲ ἀοριϲτούμενον κατ’ ἀρχὴν τῶν λόγων, οὐ μὴν μόνον ,ἀλλ’ οὐδ’ ἐν πτωτικῷ τὸ ὅϲτιϲ· ἐχρῆν γὰρ καὶ τῶν ἄλλων πτωτικῶν καὶ μὴ ἀοριϲτουμένων προτάϲϲεϲθαι, ἐν οἰϲ καὶ αὐτὸ ϲυναοριϲτοῦται πλέον τοῦ τίϲ, ὅπερ ἐναντιώτατόν ἐϲτιν τῶν ἄρθρων· τὰ γὰρ ἀοριϲτωδῶϲ ποτε νοούμενα ἡ τοῦ ἄρθρου παράθεϲιϲ ὑπὸ ὁριϲμὸν τοῦ προϲώπου ἄγει, ὁ ἄνθρωποϲ παρεγένετο, τὸν ποιητὴν ἐθαύμαϲα). —