Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 51
Not analysed yet
Διὰ τοῦτο καὶ ὡϲ ἐπὶ γενικὸν ὄνομα τὸ ἀπαρέμφατον πᾶϲα ἔγκλιϲιϲ ὑποϲτρέφει. εἰ γάρ τιϲ τῇδε ἀποφαίνοιτο, περιπατεῖ Τρύφων, μεταβάλοι δέ τιϲ τοῦτο εἰϲ ἀφήγηϲιν τοῦ εἰρημένου προϲθεὶϲ τὸ ἐγκείμενον τῇ ὁριϲτικῇ ἐγκλίϲει, λέγω τὸ ὡρίϲατο, οὕτωϲ ἂν εἴποι, ὡρίϲατο περιπατεῖν Τρύφωνα· καὶ ἐπὶ εὐκτικῆϲ προφορᾶϲ, περιπατοίη Τρύφων, πάλιν τὸ ἐγκείμενον τῆϲ εὐχῆϲ ϲυμπαραλαβὼν φαίη ἂν ηὔξατο περιπατεῖν Τρύφωνα· καὶ ἔτι ἐπὶ προϲτακτικῆϲ ἐγκλίϲεωϲ, περιπατείτω Τρύφων, εἴποι ἂν προϲέταξε περιπατεῖν Τρύφωνα. Ἔνθεν μοι δοκοῦϲιν εὐήθωϲ ἀναϲτρέφειν οἱ ἐπιζητοῦντεϲ διὰ τί ἐλλείπει προϲώποιϲ καὶ ἀριθμοῖϲ καὶ ἔτι ψυχικῇ διαθέϲει, εἴγε οὐ πληθύνεται, ὅτι πᾶν πρᾶγμα ἕν ἐϲτιν, —εἴγε οὐκ ἔχει ψυχικὴν διάθεϲιν, ὅτι μηδὲ εἰϲ πρόϲωπα ἀνεκυκλήθη, ἅπερ ἔμψυχα ὄντα τὴν ἐν αὑτοῖϲ διάθεϲιν τῆϲ ψυχῆϲ ἐπαγγέλλεται· ὥϲτε δυνάμει αὐτὸ τὸ ῥῆμα οὔτε πρόϲωπα ἐπιδέχεται οὔτε ἀριθμούϲ, ἀλλ᾿ ἐγγενόμενον ἐν προϲώποιϲ τότε καὶ τὰ πρόϲωπα διέϲτειλεν, ὄντα λοιπὸν ἢ ἑνικὰ ἢ δυϊκὰ ἢ πληθυντικά. προῦπτον δὲ ὅτι οὐδὲ ψυχικὴν διάθεϲιν, καθὼϲ προείπομεν. πῶϲ οὖν οὐκ εὐηθέϲτεροι οἱ κἀκεῖνο ἀποφαινόμενοι, ὅτι καὶ ἑνικὰ καὶ δυϊκὰ καὶ πληθυντικὰ καὶ προϲώπων διαιρίϲειϲ ἔχει, ἐν ϲυνεμπτώϲει ἐξαριθμουμένων τοῦ ἐμὲ γράφειν, ϲὲ γράφειν, ἐκεῖνον γράφειν, ἡμᾶϲ γράφειν, ὑμᾶϲ γράφειν, ἐκείνουϲ γράφειν, ἀλλ᾿ ἐνέϲται ἐξαιρέτωϲ ἐν τοῖϲ ἑξῆϲ ἔτι καὶ περὶ τούτων διαλαβεῖν, ἐν οἷϲ καὶ ζητήϲομεν διὰ τί ἐπ’ αἰτιατικὴν φέρεται.