Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 51-2
Not analysed yet
καὶ δὴ ἐν τοῖϲ ῥήμαϲιν πάμπολλά ἐϲτι παρυφιϲτάμενα, ἐν μὲν τοῖϲ ὁριϲτικοῖϲ αὐτὸϲ ὁ ὁριϲμὸϲ καὶ ἡ ἐξ αὐτοῦ νοουμένη κατάφαϲιϲ, ὅπου γε καὶ πρὸϲ τὰϲ ἐρωτήϲειϲ ἀνθυπάγομεν τὸ ναί ἢ οὔ ἢ ῥῆμα ὁριϲτικόν, ὡϲ ἂν πάλιν ἐγκειμένηϲ τῆϲ καταφάϲεωϲ κατὰ τὰ ὁριϲτικά. γράφειϲ; λέγω κατ’ ἐρώτηϲιν, καὶ τὸ ἀνθυπαγόμενόν ἐϲτιν ἢ ναί ἢ γράφω. ἐνθένδε καὶ ἡ οὔ ἀπόφαϲιϲ τὸ ἐναντίον ἀναιροῦϲα αὐτὸ μόνον τὰ ὁριϲτικὰ ἀποφάϲκει, οὐ γράφω. ἀλλ’ ἐνέϲται καὶ ὑπὲρ τούτων παραθέϲθαι. —ἔγκειται καὶ ὁ ἑνικὸϲ ἀριθμόϲ, καὶ πάλιν τὸ εἷϲ οὐκ ἐπιζητεῖ τὸ γράφω. —ϲαφὲϲ δ’ ὅτι καὶ ἡ εὐθεῖα ἔγκειται τῆϲ ἀντωνυμίαϲ· καὶ εἰ τὰ κατειλεγμένα οὐ λείπει διὰ τὰ παρυφιϲτάμενα, οὐδὲ τὸ γράφω ἐλλειπέϲ ἐϲτιν τῆϲ ἐγώ ἀντωνυμίαϲ.