Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 51-3
Not analysed yet
Ἕϲτιν δὲ καὶ οὕτωϲ φάναι. ἐδείξαμεν ἐν τοῖϲ προκειμένοιϲ ὡϲ οὐδὲν μέροϲ λόγου γίνεται ἀκατάλληλον ἐν ᾧ μὴ διεκρίθῃ, ὡϲ τὰ ἐπιρρήματα ἐν ἀριθμῷ, χωρὶϲ εἰ μὴ αὐτὰ δηλώϲειεν ἀριθμόν, οὐδ᾿ ἐν διαφόροιϲ χρόνοιϲ, χωρὶϲ εἰ μὴ αὐτὰ πάλιν διαϲτείλειε χρόνον, ὡϲ ἐν τῷ χθέϲ, αὔριον καὶ ἄλλοιϲ οἷϲ παρεθέμεθα. οἱ ϲύνδεϲμοι ἀριθμὸν οὐκ ἐπιδεξάμενοι οὐδὲ παρὰ τοὺϲ ἀριθμοὺϲ ἁμαρτάνονται, ἀλλ᾿ οὐδὲ γένοϲ. πρόδηλον τὸ εἰρημένον ἐπὶ πάντων τῶν μερῶν τοῦ λόγου. τὰ δὴ ῥήματα γένοϲ μὲν οὐ διακρίνει, ἀριθμὸν δὲ καὶ πρόϲωπον καὶ ἄλλα περὶ ἃ καταγίνεται. οὐκ ἄρα ὀφείλει γινώϲκειν ἐν διαφόρῳ ϲχήματι τὸ οὐδέτερον καὶ ἐν διαφόρῳ τὸ ἀρϲενικὸν ἢ θηλυκόν· πῶϲ οὖν φαμεν λέγουϲιν οἱ ἄνθρωποι καὶ λέγει τὰ παιδία; εἰ δὲ ἀριθμὸν παρεμφαίνει, ϲαφὲϲ ὅτι ϲυμπληθυνθήϲεται τοῖϲ ϲυνοῦϲι πληθυντικοῖϲ, καὶ δῆλον ὅτι τὸ ϲπάρτα λέλυνται {B 135} ἀναλογώτερον τοῦ δοῦρα ϲέϲηπεν {B 135}. —