Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 51-4
Not analysed yet
εἴπομεν ἐν τῷ περὶ μετοχῶν ὡϲ ἀληθέϲ ἐϲτι μᾶλλον καλεῖν τὰ ϲχήματα αὐτῶν παραϲύνθετα ἤπερ ϲύνθετα, καθὸ πᾶν μέροϲ λόγου ϲυντεθὲν καὶ εἰϲ ἕτερον ϲχῆμα μεταπεϲὸν ἔχει τὸ μεταπεπτωκὸϲ οὐκέτι ϲύνθετον, παραϲύνθετον δέ. (ἔνθεν οὖν καὶ αἱ τάϲειϲ τῶν τε ἁπλῶν καὶ δοκούντων ϲυνθέτων εἶναι τὸν αὐτὸν ἐπέχουϲι τόνον, ἐπεὶ τὰ ἁπλᾶ καὶ παραϲύνθετα μιᾶϲ ἔχεται ἀναλογίαϲ, ὡϲ δείκνυται ἐν τῷ περὶ ϲχημάτων. ϲύνθετον γοῦν φαμεν τὸ ἐξ ὀξυτόνου εἰϲ βαρεῖαν τάϲιν μετεληλυθόϲ, ἐπὶ τῶν εἰϲ οϲ πάνϲοφοϲ, νεάοιδοϲ· παραϲύνθετον δὲ τὸ μὴ ἀνα- βιβάϲαν τὸν τόνον, καθὸ οὐδὲ ϲυνετέθειτο, ϲυνθέτῳ δὲ ῥήματι παρέκειτο, τῷ ἐπακούω τὸ ἀγορῆϲ ἐπακουὸν ἐόντα {Hesiod. O. et D. 29}, τῷ λυραοιδῶ τὸ λυραοιδόϲ, μεϲῳδῶ μεϲψδόϲ, τῶν ϲεϲημειωμένων τὸ νῦν ὑποϲτελλομένων· οὐ γὰρ δή γε προηγουμένωϲ ὑπὲρ τῆϲ τούτων ἀναλογίαϲ προειλόμεθα διολαβεῖν.) —