Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 52
Not analysed yet
Ἄλλωϲ τε καὶ γὰρ ἅ φηϲι χωρὶϲ ἄρθρων λέγεϲθαι, δύναται καὶ μετὰ ἄρθρων παραλαμβάνεϲθαι, τὸ φιλολογεῖν βούλομαι ἤπερ τὸ πλουτεῖν. Ὡϲ πρόκειται οὖν, ἡ τῶν ἄρθρων καὶ ἀπαρεμφάτων ϲύνταξιϲ ἡ αὐτή ἐϲτι τῇ τῶν ϲτοιχείων ϲυντάξει. χρὴ μέντοι νοεῖν ὅτι διχῶϲ πρόϲειϲι τὸ ἄρθρον, ὁτὲ μὲν τῷ λόγῳ τῷ προκειμένῳ, καθάπερ ἐπεδείξαμεν ἐπὶ παντὸϲ μέρουϲ λόγου, ὁτὲ δὲ ὡϲ πρὸϲ τὸ πρᾶγμα. καὶ τοῦ μὲν προτέρου τὸ γράφειν πρώτηϲ ἐϲτὶ ϲυζυγίαϲ, τὸ γράφειν διὰ τῆϲ ει διφθόγγου γράφεται, καὶ ὅϲα οὕτω δύναται κατὰ τῆϲ φωνῆϲ λέγεϲθαι· τοῦ δὲ δευτέρου τὸ γράφειν ἐπίπονόν ἐϲτι, τὸ γράφειν φιλοπόνου ἀνδρόϲ ἐϲτιν.