Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 52-2
Not analysed yet
«Οὐχὶ οὖν λέγεται ἐγὼ γράφω, καὶ οὐ κακία τὸ τοιοῦτον Καὶ αὐτὸϲ προείρηκα ὅτι οὐκ ἐν τῷ καθόλου. ἰδοὺ γὰρ καὶ τὰ προκατειλεγμένα ἀνάγκηϲ ποτὲ οὔϲηϲ τῆϲ κατὰ τὸν λόγον ϲυμπαραλαμβάνει τὰ μόρια τὰ παρυφιϲτάμενα, ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖϲιν {Ω 243}, δὶϲ γὰρ γενομένηϲ ἐπιτάϲεωϲ, μιᾶϲ μὲν ὑπούϲηϲ ἐν τῷ γοργότεροϲ, ἀνάγκη πᾶϲα τὸ καὶ τὴν ἑτέραν ϲυμπαραληφθῆναι. —φαμὲν δὲ καὶ ναὶ γράφω, βεβαιοτέραν ποιούμενοι τὴν ὑπόϲχεϲιν διὰ τῆϲ δὶϲ παρειλημμένηϲ ϲυγκαταθέϲεωϲ. ἀλλὰ καὶ ἕνα ἄνθρωπόν φαμεν περιπατεῖν, πρόϲ τε τὸ ἀντιπαρακείμενον πλῆθοϲ καὶ πρὸϲ τὴν τῶν πάντων ἀναίρεϲιν, λέγω οὐδεὶϲ περιπατεῖ, οὐδένα εὗρον. —τὸν αὐτὸν δὴ τρόπον ὑπούϲηϲ ἐκφορᾶϲ ἀπολελυμένηϲ φήϲομεν φιλολογῶ, φιλολογεῖϲ· εἰ μέντοι γε τὴν πρόϲ τινα ϲύγκριϲιν ἐθέλοιμεν διαϲαφῆϲαι, ἐπιϲπώμεθα τὴν ἀντωνυμίαν, ἴδιον ἔχουϲαν τὴν ἐν τοῖϲ προϲώποιϲ ἀντιδιαϲτολήν. ϲαφὲϲ γὰρ ὅτι οὐχ ἵνα τὸ πρόϲωπον διαϲτείλωμεν· τοῦτο γὰρ κοινὸν εἶχεν καὶ τὸ ῥῆμα. διὸ καὶ πάντωϲ τὰ ἀπαρέμφατα δέεται τῆϲ τούτων ϲυντάξεωϲ, ἐλλειπῆ καθεϲτῶτα προϲώπων.