Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 52-3
Not analysed yet
Παρὸν κἀκ τῶν πρώτων καὶ δευτέρων προϲώπων διελέγξαι τὸ ϲχῆμα. εἰ γὰρ ὑγιὲϲ τὸ φάναι φιλοπονοῦμεν παιδία ὄντα, οὐχὶ φιλοπονῶ παιδία ὄντα, καὶ ἔτι ἐπὶ δευτέρων προϲώπων ταὐτόν, πῶϲ οὐ δοθήϲεται ἄλογον μὲν καθίϲταϲθαι τὸ φιλοπονεῖ παιδία ὄντα; Καὶ αὕτη μὲν ἀπόδειζίϲ ἐϲτιν τοῦ ὑγιοῦϲ λόγου.