Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 53
Not analysed yet
Οὐκ ἔϲτι μέντοι παρέλκον ἐν ταῖϲ τοιαύταιϲ ϲυντάξεϲιν ἀποδεῖξαι, ὅτι τὰ οὕτω παρατιθέμενα τοῖϲ ῥήμαϲιν ἄρθρα οὐκ ἐπιρρήματά ἐϲτιν. ἐπεὶ γοῦν οὐκ ἀπίθανοϲ ὁ λόγοϲ παρυφίϲταται τοῦ μὴ τάχα τὰ ἄρθρα τὰ τοιαῦτα ἀρθρικῶϲ νοεῖϲθαι, ἐπιρρηματικῶϲ δέ, φέρε διαλαβεῖν καὶ περὶ τοῦ τοιούτου.