Ancient Greek · ~2 min
53 to 54
Apollonius Dyscolus, Περὶ συντάξεως 53-2-54
Not analysed yet
Φηϲὶ μέντοι Ἄβρων ὡϲ τὸ ἐγὼ μὲν παρεγενόμην οὐ ϲυνετόν, εἰ παραλείποι τὴν ἀντωνυμίαν, οὐκ ἐπιϲτήϲαϲ ὡϲ ὁ ϲύνδεϲμοϲ αἴτιοϲ γενόμενοϲ ἐπιπλοκῆϲ ἑτέρου λόγου πάντωϲ διήγειρεν τὴν ἀντωνυμίαν, ἵνα δεόντωϲ ἀντιδιαϲτείλῃ τὸ ἐπιφερόμενον ἕτερον πρόϲωπον, ὅπερ ἐνέκειτο ἐν τῷ ἐπιφερομένῳ λόγῳ. ὀρθοτονοῦμεν γοῦν τὸ ἡ δ’ ἐμὲ χειρὸϲ ἑλοῦϲα {μ 33} διὰ τὸ ἀντιδιαϲτελλόμενον πρόϲωπον τῶν ἑταίρων. Τὸ δὲ πάντων ϲυνεκτικώτατον, αὐταὶ αἱ ἀντωνυμίαι ὑπαγορεύουϲιν τὸ ἕνεκα μόνον τῆϲ ἀντιδιαϲτολῆϲ ϲυμπαραλαμβάνεϲθαι. οὔποτε γὰρ μόνον περιττεύουϲαι παρῆκαν μὲν τὴν ἐγκλιτικὴν τάϲιν, ἐπεὶ αὕτη ἀνεπληροῦτο πρὸϲ τῶν ῥημάτων, ἐνέμειναν δὲ διὰ τὸ ἐπακολουθοῦν αὐταῖϲ ἰδίωμα.