Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 53-3
Not analysed yet
Αἴτιον μέντοι ὑπολαμβάνω τοῦ παραδέξαϲθαι τὴν ἑνικὴν ϲύνταξιν τὰ ῥήματα οὐκ ἄλλο τι ἢ τὴν ὁμοφωνίαν τῆϲ εὐθείαϲ ὡϲ πρὸϲ τὴν αἰτιατικήν, ὅπερ οὐ παρείπετο τοῖϲ τε ἀρρενικοῖϲ καὶ θηλυκοῖϲ. δι᾿ ὃ καὶ ἐν τῇ εὐθείᾳ προφανὴϲ ἡ ἀκαταλληλότηϲ γίνεται ἐν τῷ οἱ ἄνδρεϲ γράφει, οὐ μὴν ἐν αἰτιατικῇ· ἐν μεταβάϲει γὰρ τὸ πρόϲωπον νοεῖται τοῦ γράφει, ἄνδραϲ γράφει. ἀναμεριϲθεῖϲαι οὖν αἱ πτώϲειϲ ἐν ἰδίαιϲ φωναῖϲ διέκριναν τό τε κατάλληλον καὶ τὸ ἀκατάλληλον. οὐ τοῦ τοιούτου δὲ παρεπομένου κατ᾿ οὐδέτερον ϲχῆμα ϲυνέβαινε τὸ μὲν ἕτερον φυϲικώτερόν πωϲ ἔχειν, λέγω τὸ κατ᾿ αἰτιατικήν, φέρε εἰπεῖν γράφει τὰ παιδία, ὡϲ εἰ καὶ γράφει τοὺϲ παῖδαϲ· καὶ ἐπεὶ ἐν μὲν τῷ ἀρϲενικῷ οὐχ αἱ αὐταὶ φωναί, γράφει γὰρ οἱ παῖδεϲ, ὅπερ ἦν ἀνακόλουθον, ἐν δὲ τῷ οὐδετέρῳ ταὐτόν, τῇ πρὸϲ τὴν αἰτιατικὴν ὁμοφωνίᾳ τὸ ϲχῆμα δύϲληπτον ἐποίει τὸ ἀκατάλληλον. —Ἐδείχθη ἄρα καὶ δι᾿ ὅτι ἀκατάλληλον καὶ δι’ ὅτι λανθάνει.