Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 54
Not analysed yet
«Ἡ κατὰ τὸ οὐδέτερον θέϲιϲ ϲυνεχέϲτερον, πρὸ τῶν ῥημάτων τιθεμένη, ἐπιρρηματικῶϲ ἀκούεται ἤπερ ὀνοματικῶϲ, εἰ οὕτωϲ ἀποφαινοίμεθα, ταχὺ παρεγένου, ὅϲ τ’ εὐρὺ ῥέει Πυλίων διὰ γαίηϲ {Ε 545} οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον {υ 294} τάχιον διαλέγου. ὅπερ δύναται καὶ ἐπὶ τῆϲ τριγενείαϲ τῶν ἄρθρων ἐγχωρεῖν· εἰ γὰρ τὸ δεῖ ταχὺ λέγειν ἢ ταχὺ τρέχειν ἐν ἴϲῳ ἐϲτὶ τῷ δεῖ ταχέωϲ λέγειν ἢ ταχέωϲ τρέχειν, καὶ τὸ παρεμπῖπτον οὐδέτερον ἄρθρον πρὸ τοῦ ῥήματοϲ τὸ αὐτὸ ἀναδέξεται τῇ προειρημένῃ ϲυντάξει, ἐπιρρηματικῶϲ νοούμενον κατὰ ἀρθρικὴν ἐκφοράν.»