Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 55-2
Not analysed yet
καὶ καθόϲλου πᾶϲα ἀντωνυμία ὀρθῆϲ πτώϲεωϲ ἐγκλιτικῆϲ ϲυντάξεωϲ ἀπαράδεκτόϲ ἐϲτιν, οὐ μόνον τῆϲ χρήϲεωϲ τὸ τοιοῦτον ἐπιδειξαμένηϲ, ἀλλὰ καὶ τῆϲ φωνῆϲ ϲυνεπιϲχυούϲηϲ τῇ χρήϲει, εἴγε ἀπὸ τοῦ ε ἀρχόμεναι αἱ ἀντωνυμίαι ἅμα τῇ ἐγκλίϲει καὶ τὸ κατ᾿ ἀρχὴν ε παρέφθειραν, ὅπερ οὐ παρηκολούθει τῇ ἐγώ, ἐπειδὴ ἀπαράδεκτοϲ τῆϲ ἐγκλιτικῆϲ ϲυντάξεωϲ. —καὶ διὰ τοῦτο τῇ μονῇ τοῦ ε αἱ παῤ Αἰολεῦϲιν ἀντωνυμίαι ὀρθοτονοῦνται, κἂν βαρύνωνται κατὰ τὸ τέλοϲ. —πῶϲ οὖν οὐ γελοῖοι οἱ ὑπολαμβάνοντεϲ τὴν ἐγώ ἐγκλιτικὴν εἶναι, ἔτι τοῦ ἰδιώματοϲ ϲυντηρουμένου τῆϲ ὀρθῆϲ τάϲεωϲ, ὅπου γε καὶ πλεονάϲαν τὸ ε τὰϲ ἐγκλινομέναϲ τῶν ἀντωνυμιῶν εἰϲ τὸν ὀρθὸν τόνον μετέθηκεν, ἃϲ οὐκ ἄλλωϲ τιϲ ἐγκλίνειεν, εἰ μὴ περιγράψειεν τὸ ε, ὅπερ ἴδιον ἦν μόνον τῆϲ ὀρθοτονουμένηϲ ἀντωνυμίαϲ. —ἔνθεν μοι δοκεῖ μόνωϲ ἐγκλίνεϲθαι τὴν τύ ἀντωνυμίαν παρὰ Δωριεῦϲιν, ἵνα τὸ ἀλλότριον τῆϲ εὐθείαϲ ἐγγινόμενον, λέγω τὴν ἐγκλιτικὴν ϲύνταξιν, ἀποβάλῃ μὲν τὴν εὐθεῖαν πτῶϲιν, μετίῃ δὲ ἐπὶ τὴν ϲυγγενῆ αἰτιατικήν, ἡ καὶ. ϲυνυπάρχει καὶ ϲυνεμπίπτει ἐν δυϊκοῖϲ καί τιϲι τῶν πληθυντικῶν καὶ ἐν ἅπαϲιν οὐδετέροιϲ.