Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 54-2
Not analysed yet
Ἐξῆϲ ῥητέον καὶ περὶ τῆϲ καθολικῆϲ ϲυντάξεωϲ τῶν ῥημάτων, ἣν πάνυ διείληφα πολυμερεϲτάτην οὖϲαν δεῖϲθαι οὐ μετρίαϲ ἐπιϲτάϲεωϲ· 1. αἵ τε γὰρ παρεπόμεναι ἐγκλίϲειϲ λόγον ἀπαιτήϲουϲι τῆϲ ϲυντάξεωϲ, καὶ 2. οἱ ἐν αὐταῖϲ ἀναμεριϲθέντεϲ χρόνοι, καὶ 3. ἡ ϲυμπαρεπομένη διάθεϲιϲ, ἐνεργητικὴ οὖϲα ἢ παθητική, καὶ ἡ μεταξὺ τούτων πεπτωκυῖα μέϲη, οὐ προϲχωροῦϲα οὐδετέρᾳ, κοὶ 4. τὰ ἐγγινόμενα πρόϲωπα ἐν τῷ καθόλου ἢ μερικῶϲ ἢ οὐδ᾿ ὅλωϲ, καὶ 5. εἰ ἅπαϲιν ϲύμφωνοί εἰϲιν αἱ. δύο διαθέϲειϲ, ἥ τε ἐνεργητικὴ καὶ ἡ παθητική, 6. τίνα τε αὐτῶν πλαγίαιϲ θέλει ἐπαρτᾶϲθαι, καὶ πότερον ἀδιαφόρωϲ ἢ κατὰ μεριϲμὸν τὸν δέοντα τῶν πτώϲεων. εἰϲὶ καὶ ἄλλαι ἰδικώτεραι ϲυντάξειϲ τῶν προκατειλεγμένων, ἃϲ κατὰ τὸ ἐπιβάλλον διακρινοῦμεν.