Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 55
Not analysed yet
Ἀλλ᾿ ἔϲτι γε πρὸϲ τὸ τοιοῦτο φάναι, ὅτι τὰ ϲυντάξεωϲ ἐπρρηματικῆϲ τυχόντα πτωτικά, τὸν τόπον ἀπενεγκάμενα τοῦ ἐπιρρήματοϲ, ἄκλιτα καθίϲταται, μιμούμενα τὸ μοναδικὸν τῶν ἐπιρρημάτων. φέρε γὰρ οὕτω φάναι ἐπ’ ὀνοματικῆϲ ϲυντάξεωϲ, ταχὺ ἐλθὸν παιδίον ὤνηϲεν ἡμᾶϲ, ταχέοϲ ἐλθόντοϲ παιδίου ὠφελήθημεν, κἀπὶ τῶν ἑξῆϲ πτώϲεων, ϲυμπαραλαμβανομένηϲ τῆϲ δεούϲηϲ ϲυντάξεωϲ, ἡνίκα ἐπιρρηματικῶϲ καθ᾿ ἕνα ϲχηματιϲμὸν λέγομεν ταχὺ ἐλθὸν παιδίον, ταχὺ ἐλθόντοϲ παιδίου, ταχὺ ἐλθόντι παιδίῳ. εἰ δὲ τοῦτο ἀληθέϲ, ἔδει τὸ ἄρθρον, εἴπερ ἐπιρρηματικῶϲ παρέκειτο, ἄκλιτον καθίϲταϲθαι· νυνὶ δὲ κλίνεται, καὶ κλιθὲν ἀμετάϲτατόν ἐϲτι τῆϲ ϲυντάξεωϲ. καὶ ὅτι ὁ προκείμενοϲ λόγοϲ οὐ μᾶλλον παρέϲτηϲε τὰ ἄρθρα ἐπιρρήματα ἤπερ τὰ ἀπαρέμφατα ὀνόματα τῆϲ τῶν ἐγκλίϲεων μεταλήψεωϲ, καθὼϲ παρεδείξαμεν ὅτι τῶν ἐγκλίϲεων τὰ ὀνόματα αὐτὰ τὰ ἀπαρέμφατά ἐϲτι· δι᾿ ὃ κατ᾿ ἐξαίρετον αὐτοῖϲ πρόϲειϲιν ἡ τῶν ἄρθρων παράθεϲιϲ, καθὰ τὰ ὀνόματα τῶν ἐγκλίϲεων δι᾿ αὐτῶν δηλοῦται, καθὼϲ προαπεδείξαμεν. —