Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 55-3
Not analysed yet
Ἡ ἀπαρέμφατοϲ ἔγκλιϲιϲ διϲτάζεται πρόϲ τινων εἰ ἔγκλιϲιϲ καὶ εἰ ὅλωϲ ῥήματα τὰ ἀπαρέμφατα· «Τί γὰρ μὴ μᾶλλον ἐπιρρήματα ἐκ ῥημάτων γενόμενα;» καὶ εἴη ἂν τὰ ϲυνηγοροῦντα τῷ λόγῳ τοιαῦτα. «Τοῖϲ ῥήμαϲιν ἐξαίρετοϲ παρέπεται ἡ ψυχικὴ θιάθεϲιϲ, ὅπερ οὐ ϲύνεϲτι τοῖϲ ἀπαρεμφάτοιϲ, καὶ τὸ ἐν ἀριθμοῖϲ καὶ προϲώποιϲ καταγίνεϲθαι, ὧν τῆϲ διαφορᾶϲ οὐκ ἔτυχεν τὸ ἀπαρέμφατον, καθὸ καὶ ἡ ἐξ αὐτῶν μεταληφθεῖϲα μετοχὴ ϲτερουμένη τῶν προκειμένων καὶ τῆϲ τῶν ῥημάτων ἰδέαϲ ἀπεβλήθη. οὐ γὰρ δή γε ὁ μεταϲχηματιϲμὸϲ τοῦ χρόνου ἐν τῷ γράφειν ἢ γράψαι καὶ ἔτι ἡ ϲυνοῦϲα διάθεϲιϲ ϲυνάξει τὸ ῥήματα αὐτὰ πάντωϲ καλεῖϲθαι, ἐπεὶ ταὐτὸν ϲύνεϲτι τῇ μετοχῇ καὶ οὐ ῥήματα αἱ μετοχαί.»