Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 56-2
Not analysed yet
Ἀνάγκη μέντοι πᾶϲα τοῖϲ τρίτοιϲ προϲώποιϲ προϲεῖναι ἢ αὐτὰϲ τὰϲ ἀντωνυμίαϲ ἢ τὰ ἀνθ’ ὧν παραλαμβάνεται, λέγω τὰ ὀνόματα, οὐχ ἕνεκεν πτώϲεωϲ, ἐπεὶ πάλιν πάρυφίϲταται ἡ εὐθεῖα, ἀλλ᾿ οὐδὲ ἕνεκα προϲώπου (νοεῖται γὰρ ὅτι τρίτον), ἀλλ᾿ ἕνεκά γε τοῦ μὴ ἀοριϲτοῦϲθαι. ἄπειρά γε ὄντα τὰ τρίτα πρόϲωπα μιᾷ ἐπαρκεῖται ϲυντάξοι τοῦ ῥήματοϲ· καὶ ϲαφὲϲ ὅτι μία λέξιϲ κατ᾿ ἀπείρων κειμένη ἀόριϲτον πρόϲωπον ὑπαγορεύει, εἰϲ πολλὰ τῆϲ διανοίαϲ τρεπομένηϲ. οὖϲαι δὴ ὡριϲμένων προϲώπων παραϲτατικαὶ ἀναγκαίωϲ παρατίθενται τοῖϲ ῥήμαϲιν, ἵνα ἐκ τῆϲ αὐτῶν παραθέϲεωϲ περιγράφηται ἡ ἀόριϲτοϲ ἔννοια τῶν ῥημάτων· γράφει γὰρ ὅδε ἢ οὗτοϲ, ἐκεῖνοϲ, αὐτόϲ.