Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 56-3
Not analysed yet
Πόθεν δέ, ὅτι ἐπιρρήματα; 1. «Καθότι ἔγκλιϲιϲ μὲν διάφοροϲ φοροϲ κατὰ ϲύνταξιν τοῦ αὐτοῦ προϲώπου οὐ παραλαμβάνεται· οὐ γάρ φαμεν γράφειϲ λέξαιϲ τι τῶν τοιούτων μὴ δυναμένων παραλαμβάνεϲθαι, ἀλλά φαμεν θέλειϲ γράφειν, ἀναγινώϲκειν βούλει. —2. ἴδιον δὲ ἦν ἐπιρρημάτων τὸ ϲὺν ῥήμαϲι παραλαμβάνεϲθαι προτακτικῶϲ ἢ ὑποτακτικῶϲ, ὅπερ παρείπετο τῷ γράφειν θέλω, θέλω γράφειν, ὡϲ εἰ καὶ Ἑλληνιϲτὶ λέγω, λέγω Ἑλληνιϲτί. —3. καὶ ὡϲ τὸ Ἑλληνιϲτί προϲλαβὸν τὸ λέγω ἀπαρτίζει τὸν λόγον, οὕτω τὸ γράφειν προϲλαβὸν τὸ θέλω. —4. καὶ ὡϲ ἀδιαφορεῖ κατὰ παντὸϲ ἀριθμοῦ τὰ ἐπιρρήματα, οὕτωϲ καὶ τὸ γράφειν θέλω ἢ θέλομεν. —5. καὶ ὡϲ ἀδιαφορεῖ κατὰ τὰ πρόϲωπα, Ἑλληνιϲτὶ λέγω, Ἑλληνιϲτὶ λέγειϲ, οὕτωϲ τὸ γράφειν θέλω, γράφειν θέλειϲ. —6. καὶ εἰ ἀπὸ ῥημάτων ἔϲθ᾿ ὅτε τὰ ἐπιρρήματα παράγεται, ὡϲ αὐτῷ τῷ Ἑλληνιϲτί τὸ ἑλληνίζω παράκειται, οὐ κωλύει καὶ τὸ γράφω παρακεῖϲθαι τῷ γράφειν, οὐ μαχομένου τοῦ διαφόρου χρόνου· δύναται γὰρ κατὰ χρόνον τὸ ἐπίρρημα ἀποτελεῖϲθαι, καθὸ ἔϲτιν ἐπινοῆϲαι κἀπὶ τῶν μετοχῶν, εἴγε τῷ μὲν γράφω ἡ γράφων παράκειται, τῷ δὲ ἔγραψα ἡ γράψαϲ. τῷ γὰρ αὐτῷ λόγῳ καὶ τῷ γράφω τὸ γράφειν παρακείϲεται, τῷ τε ἔγραψα τὸ γράψαι.»