Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 57-2
Not analysed yet
Καὶ ὡϲ μὲν ἀναγκαίωϲ αἱ τῆϲ εὐθείαϲ μόνωϲ ὀρθοτονοῦνται, ἐδείχθη. ἀκολούθωϲ δὲ χωρητέον καὶ ἐπὶ τὰϲ ἑξῆϲ πτώϲειϲ, αἷϲ τὸ διϲϲὸν τοῦ τόνου παρεπόμενόν ἐϲτιν παρὰ τὰϲ ὑπούϲαϲ ϲυντάξειϲ τοῦ λόγου, εἴγε μὴ τὸ τῆϲ φωνῆϲ ἰδίωμα ὑπεξέληται τὸ διτονῆϲαι.