Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 57-3
Not analysed yet
Ἄλλ᾿ ἔϲτιν γε πρὸϲ ταῦτα φάναι. καὶ πρὸϲ μὲν τὴν ϲύνταξιν τοῦ θέλω γράφειν καὶ τῶν τοιούτων, ὡϲ οὐκ ἐν τῷ καθόλου δίδοται τὸ κατὰ τοῦ αὐτοῦ προϲώπου διαφόρουϲ ἐγκλίϲειϲ μὴ παραλαμβάνεϲθαι· φαμὲν γὰρ ἐὰν ἀναγινώϲκῃϲ πρόϲεχε, ἐὰν διαλέγῃ ἐπίϲτρεφε ϲεαυτόν, πρὸϲ τῷ μηδὲ ἐν τῷ καθόλου τὴν τοιαύτην ϲύνταξιν διήκειν· φαμὲν γὰρ προαιροῦμαι ἀναγινώϲκειν καὶ φιλῶ γράφειν, οὐ μὴν γελῶ γράφειν οὐδὲ ϲκάλλω λέγειν, ἅπερ εἰ κατὰ τὸν λόγον ἦν τῶν ἐπιρρημάτων, οὐκ ἂν ἦν τι ἐμποδὼν τὸ τὰ ἐπιρρήματα ἐπὶ ῥήματα φέρεϲθαι.