Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 57-4
Not analysed yet
Ἄμεινον ἐκδέξαϲθαι ὡϲ ἐκ παραθέϲεωϲ προθετικῆϲ καὶ ἀρθρικῆϲ ϲυντάξεωϲ παρυφίϲτατο χρονικὴ ϲύνταξιϲ, τῶν λέξεων κατὰ τὴν ϲυνοῦϲαν παράθεϲιν τὰ παρεπόμενα αὑταῖϲ ἀναδεξαμένων. ἐνεκλίνετοι γὰρ ἡ πρόθεϲιϲ ἐξ ὀξείαϲ τάϲεωϲ εἰϲ παράθεϲιν παραλαμβανομένη, ὅπερ παρεπόμενόν ἐϲτιν πάϲῃ προθέϲει· μόριόν τε τὸ ο ὠξύνετο μετὰ τοῦ ϲυνόντοϲ πνεύματοϲ, ὃ παρεπόμενον ἦν πάϲῃ λέξειοὐκ ἐχούϲῃ παρ’ αὺτῇ τέραν λέξιν. τοῦτο δέ φημι, ἐπεὶ πᾶϲαι αἱ ὀξύτονοι κφοραὶ ἐν παραΘέϲει οὖϲι ἑτέρων λέξεων εἰϲ βαρεῖαν μετατίθενται, ὡϲ ἐν τῷ εἴ μὴ μητρυιὴ {ε 389} καὶ τοῖϲ ὁμοίοιϲ.