Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 58-2
Not analysed yet
Ἔϲτιν οὖν ὁ γενικώτατοϲ τρόποϲ τῆϲ ἐν αὐταῖϲ ὀρθῆϲ ἐπὰν ἔμφαϲιϲ ἑτέρου προϲώπου παραλαμβάνηται· τὸ γὰρ παῖδα δ’ ἐμοὶ λύϲαιτε {Α 20} εἴρηται πρὸϲ τὸ ὑμῖν μὲν θεοὶ δοῖεν {Α 18} καὶ ϲαφὲϲ ὅτι τὸ ὑμῖν μὲν θεοὶ δοῖεν διὰ τῆϲ ϲυνούϲηϲ τάϲεωϲ προϲυνίϲτηϲι τὸ ἀνθυπαχθηϲόμενον πρόϲωπον. τὸν δὴ προειρημένον τρόπον εἰϲ πλ είοναϲ τρόπουϲ πάλιν τέμνουϲιν, ἐξ ὧν πάλιν περιίϲταται. ταὐτὸν τῷ προειρημένῳ.