Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 58-3
Not analysed yet
Ἔϲτιν οὖν τῆϲ ϲυντάξεωϲ αἰτία ἥδε. τῶν ῥημάτων μέν ἐϲτιν ἐμπεριεκτικὰ πραγμάτων, ἐφ᾿ ἃ καὶ ἡ ὁριϲτικὴ ἔγκλιϲιϲ ἐπερείδεται καὶ αἱ ὑπόλοιποι, ὡϲ τὸ γράφω, ἐρέϲϲω, τύπτω· ἃ δὲ αὐτὸ μόνον προαίρεϲιν ψυχῆϲ ὁρίζεται, ἐλλείποντα τῷ πράγματι, ὡϲ τὸ θέλω, βούλομαι, προθυμοῦμαι, ἃ δὴ ὡϲπερεὶ κενὰ ὄντα ἀναπληροῦνται τῇ τοῦ πράγματοϲ παραθέϲει, ὅπερ οὐκ ἄλλο τί ἐϲτιν ἢ τὸ προκείμενον ἀπαρέμφατον, γενικώτατον καθεϲτὼϲ τῶν ἄλλων ῥημάτων, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, θέλω περιπατεῖν, βούλομαι γράφειν. τά γε μὴν ἀπειληφότα διὰ τοῦ ἐπακολουθοῦντοϲ ὁριϲμοῦ τὸ πρᾶγμα ἀπροϲδεῆ καθειϲτήκει ὡϲ πρὸϲ τὴν ϲύνταξιν τῶν ἀπαρεμφάτων· ἐγκειμένου γὰρ τοῦ τύπτειν ἐν τῷ τύπτω περιϲϲὸν τὸ ἐπάγειν ἕτερον πρᾶγμα, τύπτω γράφειν, οὐ μὴν ἐν τῷ θέλω γράφειν.