Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 58-4
Not analysed yet
Οὅτωϲ ἔχει καὶ τὸ ἐξ oὗ, ἐν ᾦ, ἀφ’ οὖ, καθότι ἔϲτιν ἐπινοῆϲαι καὶ ἐν ὀνόμαϲι τὸ τοιοῦτον παρεπόμενον, ἐν οἴκῳ, ἐκ Λέϲβου, εἰϲ οἶκον· ἔννοια γὰρ τοπικὴ ἡ ἐκ τούτων μία, ἰϲοδυναμοῦϲα ἐπιρρῇ ματικῇ παραγωγῇ, λέγω τῇ Λεϲβόθεν, οἴκαδε,οἶκοθι. (παρεϲτήϲαμεν δὲ καὶ ἀλλαχόθι ὡϲ τὸ οἶκον δέ, Οὔλυμπον δέ, τὰ τούτοιϲ ὅμοια, δύο μέρη λόγου καθεϲτῶτα εἰϲ ϲύνταξιν μίαν ἐπιρρήματοϲ παραλαμβάνεται, καὶ ἐκεῖνο προϲδιαϲαφήϲαντεϲ, ὡϲ εἰ προθέϲειϲ ἀντὶ ϲυνδέϲμων παραλαμβάνονται, οὐ βίαιον καὶ τὸ ϲύνδεϲμον ἀντὶ προθέϲεων ἀνθυπάγεϲθαι.)