Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 59-2
Not analysed yet
Πᾶϲα, φαϲίν, ἀντωνυμία ϲυμπλεκομένη ἐν τάϲει ὀρθῇ ἐϲτι, Διονυϲίῳ ἐλάληϲεν καὶ ἐμοί, Διονύϲιον τιμᾶ καὶ ἐμέ. εἰ γοῦν ἐκτὸϲ τοῦ ϲυνδέϲμου γένοιτο ἡ ἀντωνυμία, οὐ πάντωϲ ὀρθοτονηθήϲεται. ἐχαρίϲατό ϲοι κα Διονυϲίῳ, ἐτίμπϲέ ϲε καὶ Διονόϲιον. καί φαϲι τὰ τοιαῦτα μὴ ϲυμπεπλέχθαι ἐν τῇ ἀντωνυμίᾳ, καί μ’ ἐφίληκε {Ι 481}, καί μοι ὑποϲτήτω {Ι 160. }καὶ δῆλον ὅτι, εἰ μὴ τὰ τοιαῦτά τιϲ ἐπεξεργάζοιτο, δόξει αὐτὸ μόνον τοῖϲ ἀναγνώϲμαϲιν ἠκολουθηκέναι, ἀφορμήν τε δώϲει τοῖϲ θέλουϲιν διαταράϲϲειν τὰ ἀναγνώϲματα, καθὸ οὐκ ἐπέχονται ὑπὸ λόγου δυναμένου ἐπιδεῖξαι τό τε δέον τοῦ καταλλήλου καὶ τὸ ὑπερβατόν.