Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 59-3
Not analysed yet
Καθὼϲ ἔφαμεν, ἔϲτιν γενικωτάτη ἡ τῶν ἀπαρεμφάτων ἔγκλιϲιϲ, ἀναγκαίωϲ λείπουϲα τοῖϲ προδιαπορηθεῖϲι, τοῖϲ προϲώποιϲ καὶ τῷ παρεπομένῳ ἀριθμῷ, ὃϲ οὐ φύϲει παρέπεται τῷ ῥήματι, παρακολούθημα δὲ γίνεται προϲώπων τῶν μετειληφότων τοῦ πράγματοϲ. αὐτὸ γὰρ τὸ πρᾶγμα ἕν ἐϲτιν, τὸ γράφειν, τὸ περιπατεῖν· ὅπερ ἐγγινόμενον ἐν προϲώποιϲ ποιεῖ τὸ περιπατῶ, τὸ περιπατοῦμεν, τὸ περιπατοῦϲιν. —Οὐδὲ γὰρ ἐκεῖνο ἀληθεύϲει, ὡϲ τὸ ῥῆμα δεκτικόν ἐϲτιν προϲώπων πάλιν γὰρ ἐκ τοῦ παρεπομένου τὸ τοιοῦτον ἐπεγένετο. τὰ γὰρ πρόϲωπα τοῦ πράγματοϲ εἰϲ πρόϲωπα ἀνεμερίϲθη, περιπατῶ, περιπατεῖϲ, περιπατεῖ· αὐτό γε μὴν ἐκτὸϲ ὂν προϲώπων καὶ ἀριθμῶν ϲυμφέρεται ἅπαϲιν ἀριθμοῖϲ καὶ ἅπαϲι προϲώποιϲ. —Ἀλλ᾿ οὐδὲ ψυχικὴν διάθεϲιν τὸ ῥῆμα ἐπιδέχεται. πάλιν γὰρ τὰ μετειληφότα πρόϲωπα τοῦ πράγματοϲ τὴν ἐν αὑτοῖϲ διάθεϲιν ὁμολογεῖ διὰ τοῦ ῥήματοϲ· τὰ δέ, ὡϲ οὐκέτι ἐγγενόμενα ἐν προϲώποιϲ, οὐδὲ τὸ ἐν τούτοιϲ ἐπιγενόμενον ἐνδιάετον τῆϲ ψυχῆϲ ὁμολογεῖ.