Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 59-4
Not analysed yet
Ἀλλ’ ἐκεῖνό γέ τιϲ ἐπιζητήϲει, πῶϲ ταῦτα τοπικῆϲ ἐννοίαϲ ἐϲτὶ παρεμφατικά, χρονικῆϲ δὲ τὰ ἐκ τῆϲ ἀρθρικῆϲ ϲυντάξεωϲ, ἔχοντοϲ καὶ τοῦ τοιούτου λόγον, ὡϲ ἀναγκαίωϲ μὲν τὸ ἐν οἶκῳ καὶ ἐξ οἶκου τοπικὴν ϲχέϲιν ϲημαίνει, ἐπεὶ καὶ αὐτὰ πολὺ πρότερον τόπον ἐϲήμαινεν· τά γε μὴν ἄρθρα οὐδὲν τοιοῦτον ϲημαίνοντα ἢ μόνον ἀναφορικὴν ἔννοιαν, ἥτιϲ χρονικὴν ἔμφαϲιν παρίϲτηϲιν, εἴγε τὸ ἀναφέρειν χρόνου ὑπόμνηϲίϲ ἐϲτιν ἐν ὦ προεγεγόνει τὸ ἀναφερόμενον, ἀκολούθωϲ κατὰ τὴν προειρημένην ϲύνταξιν χρονικῆϲ παρεμφάϲεωϲ γενήϲεται παρεμφατικά.