Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 60-2
Not analysed yet
Οἱ δὴ καλούμενοι ἀθροιϲτικοὶ ϲύνδεϲμοι ἐκ τῶν προκειμένων λόγων ἀπὸ κοινοῦ λαμβάνουϲιν ἢ ὄνομα ἢ ῥῆμα. ἐντεῦθεν καὶ ϲτιγμῆϲ ἀπροϲδεεῖϲ εἰϲιν, ὡϲ ἂν ἔτι ἐχομένου τοῦ προϲιόντοϲ λόγου ὡϲ πρὸϲ τὸν ὑποκείμενον. ἐκκείϲθω δὲ ὑποδείγματα, ἐκ μὲν τοῦ ϲυνήθουϲ λόγου καὶ Διονύϲιοϲ περιπατεῖ καὶ Ἀπολλώνιοϲ, κοινοῦ παραλαμβανομένου τοῦ περιπατεῖ· ἐκ δὲ τοῦ ποιητικοῦ Βοιωτῶν μὲν Πηνέλεωϲ καὶ Λήϊτοϲ ἦρχον Ἀρκεϲίλαόϲ τε Προθοήνωρ τε Κλονίοϲ τε {B 494 seq. },κοινοῦ πάλιν παραλαμβανομένου τοῦ ἦρχον. οὔ φημι δὲ τοῦτο, ὡϲ πάντωϲ ἐν κοινότητι τὰ τοιαῦτα παραλαμβάνεται, ἀλλ’ ὡϲ τὰ ἐκ κοινοῦ παραλαμβανόμενα ἐν τοιαύτῃ ϲυμπλοκῇ καθέϲτηκεν, λέγω τῇ ἐκ τοῦ καί τῶν τε τούτῳ ἰϲοδυναμούντων. (