Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 60-3
Not analysed yet
Ἴδιον οὖν ῥήματόϲ ἐϲτιν ἐν ἰδίοιϲ μεταϲχηματιϲμοῖϲ διάφοροϲ χρόνοϲ διάθεϲίϲ τε ἡ ἐνεργητικὴ καὶ παθητικὴ καὶ ἔτι ἡ μέϲη· ὧν πάντων μετέλαβεν τὸ γενικώτατον ῥῆμα, λέγω τὸ ἀπαρέμφατον, ἐπεὶ εἴπερ τῇ φύϲει ἦν ἀπαρέμφατον, πῶϲ ταῦτα παρεμφαίνει; ἔϲτι γοῦν ἐπινοῆϲαι τὸ γενικώτατον ὄνομα ἐν θέϲει ἰδίᾳ καταγινόμενον ἢ κοινῇ ἐν πτώϲει τῇ παρεπομένῃ, ἐν γένει τῷ δέοντι· τό γε μὴν ἰδικώτατον καταγίνεϲθαι ἐν πατρωνυμικῇ ἐννοίᾳ ἢ ἐν κτητικῇ καὶ ἔτι ταῖϲ ὑπολοίποιϲ· καὶ δῆλον ὅτι οὐκ ἂν θαρρήϲειέ τιϲ φάναι μὴ εἶναι ὄνομα ὃ μή ἐϲτιν πατρωνυμικὸν ἢ κτητικὸν ἤ τι τῶν ὑπὸ τοιοῦτο πιπτόντων. τούτῳ οὖν τῷ λόγῳ παραδεξόμεθα τὸ ὁριϲτικὸν ῥῆμα καὶ εὐκτικὸν καὶ ἔτι τὰ ὑπόλοιπα εἴδη τοῦ γενικοῦ ῥήματοϲ, ὃ δὴ οὐ πάντωϲ ϲτερήϲεται τοῦ μὴ ῥῆμα εἶναι, ἐὰν μὴ ὑπαγορεύῃ τὴν ἰδικὴν ϲημαϲίαν.