Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 60-4
Not analysed yet
οὐκ ἐπεὶ δὲ ἐκ παραθέϲεώϲ φαμεν τὰ τοιαῦτα μόρια ϲυνίϲταϲθαι, πάντωϲ καὶ κατὰ τὸν μεριϲμὸν τῶν μερῶν τοῦ λόγου τῆϲ ϲυντόξεωϲ ἀποϲτήϲεται, καθάπερ γε καὶ τὰ ἄλλα μέρη τοῦ λόγου οὐ ϲυντάξεωϲ ἀποϲτήϲεται τῷ παραλόγῳ τῶν εἰρημένων φωνῶν. δύο μέρη λόγου ἐϲτίν, τῇ μέντοι ἐξ ἑκατέρου ϲυνόδῳ ἕν τι παρυφίϲταται. δι’ ὃ καὶ ὡϲ ἡνωμένα αὐτὰ παρεδεξάμεθα, λέγω τὸ εἰϲ ὅ, ἐν ῷ καὶ ἐξ οὗ καὶ ἔτι ἐπὶ τῶν προειρημένων ἐπιρρηματικῶν, οἶκον δέ, ἀγρὸν δέ.