Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 7-4
Not analysed yet
αἱ δὴ οὖν προθέϲειϲ οὐ κατάρξαϲαι τῶν λέξεων ὁμόλογον ἔχουϲιν τὴν μετάθεϲιν, κἆν τὰ δευτερεύοντα ἦ μετατεθειμένα κατὰ τὴν ἀρχήν· πάλιν γὰρ αὐταὶ δεύτεραι γενόμεναι καὶ τῆϲ δεούϲηϲ τάξεωϲ ϲτερούμενmι ὁμολογοῦϲιν μετατεθεῖϲθαι. γελοῖον οὖν μοι δοκεῖ τὸ ζητεῖν πότερον αὗταί εἰϲιν αἱ μετατιθέμεναι ἢ τὰ ταύταιϲ δευτερεύοντα μόρια.