Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 61-2
Not analysed yet
δείξομεν γὰρ ὅτι ὁ δέ καὶ πάλιν οἱ τούτῳ ἰϲοδυναμοῦντεϲ παραιτοῦνται τὰϲ κοινότηταϲ, μετάβαϲιν ποιούμενοι καὶ τῶν πτωτικῶν καὶ ἔτι τῶν ῥημάτων. καὶ ἔνθεν ἀπροϲδεεῖϲ ὄντεϲ τοῦ παρακειμένου λόγου ϲτιγμῆϲ αἴτιοι καθεϲτᾶϲιν, ὡϲ ἔχει τὰ τοιαῦτα, Διονύϲιοϲ μὲν ἔγραψεν, Τρύφων δὲ ἀνέγνω· χωρὶϲ εἰ μὴ ἐπιμεριζόμενα εἴη ἐκ πλήθουϲ, ὡϲ ἔχει τὸ φιλολογήϲωμεν ϲήμερον ϲὺ μὲν κατὰ ϲχολὴν ἐγὼ δὲ ἐν οἴκῳ· ἀλλ’ τοι μὲν ταῦτ’ ἐπιείξομεν ἀλλήλοιϲιν ϲοὶ μὲν ἐγὼ ϲὺ δ’ ἐμοί {Δ 62seq. }τὴν δὴ τοιαύτην τήρηϲιν πάνυ ἀκριβεϲτάτην οὖϲαν ἐν τῇ ἐπιβαλλούϲῃ τάξει πάλιν ἐκθηϲόμεθα. ἀνιτέον οὖν ἐπὶ τὸ προκείμενον.)