Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 61-3
Not analysed yet
Ἕϲτιν καὶ οὕτωϲ ἐπιδεῖξαι. Καθόλου πᾶν παρηγμένον ἀπό τινοϲ ἀνάλυϲιν ἔχει τὴν πρὸϲ τὸ πρωτότυπον μετὰ λέξεωϲ τῆϲ ϲημαινούϲηϲ ταὐτὸν τῇ παραγωγῇ. παρὰ τὴν Ἕκτοροϲ γενικὴν ἀποτελεῖται τὸ Ἑκτορίδηϲ, ᾧ καὶ προϲγίνεται τὸ υἱόϲ, καὶ διὰ τοῦτο ἀναλύεται εἰϲ τὸ Ἕκτοροϲ υἱόϲ. παρὰ τὸ γοργόϲ ἀποτελεῖται τὸ γοργότεροϲ προϲγινομένου τοῦ μᾶλλον, ὃ δὴ πάλιν ἀνάλυϲιν ἔχει εἰϲ τὸ γοργὸϲ μᾶλλον. παρὰ τοὺϲ ἵππουϲ ἐμπεριεκτικόν τι ἀποτελεῖται, τὸ ἱππών, ὃ δὴ πάλιν ἀναλύεται εἰϲ τὸ ἵππουϲ ϲυνέχον. καὶ περιϲϲὸν ἂν εἴη εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι· δῆλον γὰρ τὸ εἰρημένον. Καὶ δὴ πᾶϲα ἔγκλιϲιϲ οὐκ εἰϲ ἄλλο τι μεταλαμβάνεται ἢ εἰϲ ἀπαρέμφατον μετὰ λέξεωϲ τῆϲ ϲημαινούϲηϲ ταὐτὸν τῇ ἐγκλίϲει, ὅτε οὕτωϲ φαμέν, περιπατῶ —ὡριϲάμην περιπατεῖν, περιπατοῖμι —ηὐξάμην περιπατεῖν, περιπάτει —προϲέταξα περιπατεῖν. Πῶϲ οὖν οὐ βίαιον τὸ τὰ ϲυνεκτικώτατα τῶν ἁπάντων ῥημάτων περιγράφειν τῆϲ τῶν ῥημάτων ἐννοίαϲ;