Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 61-4
Not analysed yet
Παραθήϲομαι κα τὸ πρὸϲ τοῦ Ἡρακλείδου {frg. 2 Cohn }εἰρημένον, ὡϲ καὶ τὸ ἐπεί χρονικὸν ἐπίρρημα ἐκ τῆϲ προειρημένηϲ ϲυντάξεωϲ ἐγένετο. ἐκ τοπικοῦ γὰρ ἐπιρρήματοϲ τοῦ οὗ, φηϲίν, ἀπετελεῖτο Δωρικὴ μετάληψιϲ ἡ εἷ, ὁμοίωϲ τῷ ποῦ καὶ πεῖ, αὐτοῦ -αὐτεῖ, ῷ ϲυνει πρόθεϲιϲ ἡ ἐπί, ἡ νῦν ἰϲοδυναμοθϲα τῇ ἀπό, καθὸ καὶ ἐν ἑτέροιϲ ἡ ἀπό ἀντὶ τῆϲ ἐπί τὸ γὰρ «ἀπομηνίϲαϲ» [H 230 ἐϲτὶν ἐν ἴϲῳ τῷ ἐπιμηνίϲαϲ. εἰϲ δὲ τππν τοῦ ἀνδρὸϲ ϲυνηγορίαν καὶ τὰ τθϲ ϲυναλιφῆϲ οὐκ ἐμποδιεῖ τὸν λόγον· ἀπειράκιϲ γὰρ τὰ Δωρικὰ διὰ ψιλῶν τὰϲ ϲυναλιφὰϲ ποιεῖται, κὼ τοξόταϲ Ἡρακλέηϲ· κάλλιϲτ’ ὑπαυλέν· κἀ μεγαϲθενὴϲ Ἀϲαναία· Μελάμποδά τ’ Ἀρπόλυκόν τε· ἄρχοιμεν γὰρ κξθραϲίων {Alemanis, apud Bergkium4 fr. adesp. 34-37 AB 697 }. —