Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 62-2
Not analysed yet
Ἐὰν πτωτικὸν ϲυμπλακῇ, οὔποτε κατὰ τὸν ἑξῆϲ λόγον δύναται κοινὸν παραληφθῆναι, τό γε μὴν ῥῆμα· καὶ ἀνάπαλιν ἐὰν ῥῆμα ϲυμπλακῇ, οὔποτε κατὰ τὸν ἐξῆϲ λόγον κοινὸν παραλαμβάνεται, τό γε μὴν ϲυνὸν πτωτικόν. ἐκκείϲθω δὲ ὑποδείγματα· καὶ Τρύφων διελέξατο καὶ Ἀπολλώνιοϲ, οὐ κοινοῦ μὲν τοῦ Τρύφων παραλαμβανομένου, τοῦ γε μὴν διελέξατο· καὶ ἀνάπαλιν καὶ διελέξατο Τρύφων καὶ ἀνέγνω, νῦν πάλιν τοῦ Τρύφων κοινοῦ παραλαμβανομένου. τὴν αὐτὴν ϲύντοξιν ποιήϲει ὁ καί ἐπὶ τῶν ἀντωνυμιῶν.