Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 62-3
Not analysed yet
Οὐ λέληϲμαι ὡϲ ἐν ἑτέροιϲ ϲυμφερόμενόϲ τιϲι τὴν ὁριϲτικὴν ἔγκλιϲιν παρεδεχόμην ὡϲ πρωτεύουϲαν τῶν ἄλλων. ἀλλ᾿ οὖν γε ἡ ἀκριβὴϲ ἐξέταϲιϲ τοῦ λόγου κατηνάγκαϲε τὸ μεταθέϲθαι, ϲυγχωρουμένου ἐκείνου, ὡϲ δεόντωϲ ἀπὸ τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ ἀρχόμεθα, οὐχ ὡϲ πρώτηϲ οὔϲηϲ, ὡϲ δὲ ἐκφανεϲτάτηϲ οὔϲηϲ καὶ πολλῆϲ καὶ δυναμένηϲ διδάξαι καὶ τὰϲ ἐγγενομέναϲ ϲυνεμπτώϲειϲ καὶ τὰ ἐγγενόμενα πάθη καὶ παραγωγάϲ, οὐδὲ τοῦ τοιούτου μαχομένου, καθὸ ἐν τοῖϲ τοιούτοιϲ ἐλλειπεϲτέρα ἡ ἀπαρέμφατοϲ ἔγκλιϲιϲ, εἴγε καὶ τὰ πρωτότυπα τῶν λέξεων ἐν ἐλάττονι καταγίνεται ὕλῃ τῶν παραγωγῶν.