Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 62-4
Not analysed yet
Φαίνεται δὲ ὅτι καὶ εἰ δοίη τιϲ τὴν ἐναλλαγὴν τῆϲ προθέϲεωϲ καὶ τὴν ϲυναλιφήν, καθὸ ϲυνηγορήϲαμεν, μάχεται τὰ τῆϲ τόϲεωϲ· τοῖϲ γὰρ κοινοῖϲ ϲυμπεριϲπᾶται καὶ τὰ εἰϲ ει λήγοντα ἐπιρρήματα, τῷ ποῦ τὸ πεῖ, τῷ αὐτοῦ τὸ αὐτεῖ, ὅπερ οὐ παρείπετο τῷ ἐπε. ἀλλὰ καὶ τὸ ϲημαινόμενον· τὰ γὰρ μεταπίπτοντα παρὰ ταῖϲ διέκτοιϲ τῆϲ φωῆῆϲ ἀμοιβὴν ϲημαίνει, οὐ τοῦ δηλουμένου. οὐ δὴ οὖν τὸ ἐπεί τόπον παρεμ φαίνει, ὦϲπερ ἔχει τὸ «εἷ ἷὰ τῶν χοιραγχᾶν {Sophron. mim. 86 Atr. ,98 Kaibel}. δι’ δ καὶ παραδεξαίμεθα ἂν ἐκεῖνο, ὡϲ καὶ ἐπ’ ἄλλων ϲυνδέϲμων παρεπόμενόν ἐϲτι, τὸ ϲυνωνυμεῖν ϲυνδέϲμουϲ ἐπιρρήμαϲιν καὶ ἐπὶ τοῦ προκειμένου ϲχήματοϲ. ϲύνδεϲμόϲ ἐϲτιν τὸ ὄφρα ὄφρα πεποίθῃϲ {Α 524. ν 344}, ἀλλὰ καὶ χρονικὸν ἐπίρρημα, ὄφρα μὲν ἠὼϲ ἦν {Θ 66. ι 56}. ὁ δὲ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τοῦ ὅπωϲ καὶ ἐπὶ τοῦ ἵνα πρὸϲ τοπικὸν ἐπίρρημα.