Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 63-2
Not analysed yet
Εἰ μέντοι γε ὁ προκείμενοϲ λόγοϲ μὴ ἀναδέξαιτο τὸν ϲύνδεϲμον, τὸ τηνικαῦτα ἀδιαφόρωϲ ἔχει τὸ ἐπιφερόμενον τοῦ κοινοῦ, Τρύφων περιπατεῖ καὶ Ἀπολλώνιοϲ, Τρύφων περιπατεῖ καὶ διαλέγεται, ἀμφοτέρων ἀπὸ κοινοῦ δυναμένων λαμβάνεϲθαι. ᾧ λόγῳ εἰ προϲδῴημεν τὸν ϲύνδεϲμον, παρὰ τὴν ϲύνταξιν τοῦ ϲυνδεδεμένου τὰ τοῦ λόγου καταϲτήϲεται, καὶ Τρύφων περιπατεῖ καὶ Ἀπολλώνιοϲ, καὶ περιπατεῖ Τρύφων καὶ διαλέγεται· οὐ γὰρ ἐν ὑγιεῖ λόγῳ τὰ τοιαῦτα, καὶ περιπατεῖ Τρύφων καὶ Ἀπολλώνιοϲ.