Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 63-3
Not analysed yet
Οἶμαι δὲ καὶ τὸ Ὁμηρικὸν ἔθοϲ, ἐκϲτὰν τῆϲ προϲτακτικηϲ ϲυντάξεωϲ, δεόντωϲ ἀνθυπαλλάξαι τὴν ἀπϲρέμφατον ἔγκλιϲιν, οὖϲαν γενικήν εἰϲ ἣν καὶ ἐδείχθη ἅπαντα τὰ ἰδικὰ μεταλαμβανόμενα. Οὕτωϲ γὰρ ἔχει καὶ ἡ ἐπιϲταλτικὴ ϲύντοξιϲ, Τρύφων Θέωνι χαίρειν, τοῦτο διαφέρουϲα τῆϲ Ὁμηρικῆϲ ϲυνηθείαϲ, καθὸ ἡ μὲν ἐπὶ τὸ προϲτακτικὸν φύϲει καταφέρεται, καὶ οἷόν τέ ἐϲτιν ἐπ᾿ αὐτῆϲ τὰ προϲτακτικὰ παραλαμβάνειν, προϲῆπται μέντοι τῷ δοθέντι ϲχήματι τοῦ λόγου· οὐ μὴν ἔτι τὸ ἐν τῇ ἐπιϲταλτικῇ ϲυντάξει ἠδύνατο τοιοῦτον παραδέξαϲθαι. ἔχει γὰρ ὁ λόγοϲ οὕτωϲ.