Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 63-4
Not analysed yet
Μηδὲ ἐκεῖνο δὲ παρείϲθω, ὡϲ τὰ προκείμενα μόρια ϲυνωνυμεῖ καὶ τοπικῇ ϲχέϲει, ἀρθρικῆϲ μᾶλλον ἐννοίαϲ ὄντα παρεμφατικά· ἃ καὶ εμάλιϲτα ἐπιζητεῖ τὴν τοῦ τόπου ἐπίζευξιν, ἐν ῷ τόπῳ ἔμειναϲ, ἐξ οὗ τόπου ἀπῆλθον, εἰϲ ὃ ἐπορευόμην χωρίον, τῶν προθέϲεων πάλιν παρειλημμένων εἰϲ τοπικὴν ϲχέϲιν ὁμοίωϲ τοῖϲ πτωτικοῖϲ· ὁμόλόγον γὰρ ὅτι καὶ τὸ εἰϲ ὃ ἐπορευόμην χωρίον οὐκ ἄλληϲ πτώϲεώϲ ἐϲτιν ἢ τῆϲ αἰτιατικῆϲ, προδεδειγμένου τοῦ ἐν εὐθείᾳ μὴ δύναϲθαι τὰϲ προθέϲειϲ καταγίνεϲθαι, τοῦ τε ἀρϲενικοῦ ϲυνομολογοῦντοϲ· εἰϲ γὰρ ὃν ἐπορευόμην τόπον. —Καὶ τοϲαῦτα μὲν περὶ τῶν ἐκ παραθέϲεωϲ γενομένων χρονικῶν ἐπιρρημάτων.