Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 64-2
Not analysed yet
Ὁμολογουμένωϲ οὖν τὸ ϲυνδεδεμένον πτωτικὸν ἀπαιτεῖ ἕτερον πτωτικὸν πάντωϲ, καὶ τῆϲ αὐτῆϲ πτώϲεωϲ, ὥϲ γε προῦπτόν ἐϲτιν καὶ ἐξ ἐκείνου, εἰπὲ καὶ ἡμῖν {α 10}, καὶ γὰρ ἄλλοιϲ· ἢ ὡϲ Ἀρίϲταρχοϲ ὡϲ οὐ κείμενον τὸν ϲύνδεϲμον παραιτεῖται, ἵνα μὴ ἐξ αὐτοῦ τὸ ὁμοιόπτωτον πρόϲωπον νοῆται.