Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 64-3
Not analysed yet
Εἴπομεν ὡϲ ἀναγκαίωϲ ἡ εὐθεῖα τῶν κυρίων ὀνομάτων παραλαβάνεται· ἀλλὰ καὶ ἡ δοτική, ἣν περιποιεῖται ἡ τοῦ λόγου ϲύνταξιϲ, οὐ δυναμένη τὴν προϲτακτικὴν ἔγκλιϲιν παραδέξαϲθαι, ἀλλ᾿ οὐδ᾿ ἄλλην τινά. ἔϲτι γὰρ τῷ Διονυϲίῳ χαίρειν ἐν ἶϲῳ τὸ Διονύϲιε χαῖρε, ὅπερ οὐ δύναται ἐγχωρῆϲαι, ἐπεὶ ἡ προϲτακτικὴ ἔγκλιϲιϲ καὶ ἔτι ἡ κλητικὴ πτῶϲιϲ ἐπὶ παροῦϲι τοῖϲ προϲώποιϲ ϲύνεϲτιν, ᾧ δὲ τὰ τοῦ λόγου ἐπιϲτέλλεται, ἄπεϲτι, καὶ αὐτὸϲ δὲ ὁ ἐπιϲτέλλων παρὼν ἀπόντοϲ ϲύνταξιν ποιεῖται. ἡ γὰρ εὐθεῖα τῶν ὀνομάτων δέδεικται ὡϲ τρίτον ἐϲτὶν πρόϲωπον. (ἐδείξαμεν γὰρ ὡϲ οὐ προϲεχώρει ἡ ἐν εὐθείαιϲ ἀντωνυμικὴ ϲύνταξιϲ, ἐν δείξει οὖϲα τῶν παρόντων προϲώπων. ὃ πάλιν οὐκ ἐνεχώρει τῷ λόγῳ, εἴγε ἀμφότερα τὰ πρόϲωπα οὐχ ὁρώμενά ἐϲτιν, τό τε τοῦ ἐπιϲτέλλοντοϲ καὶ τὸ τοῦ ἐπιϲτελλομένου.) ϲυνούϲηϲ οὖν τῆϲ εὐθείαϲ καὶ ἔτι τῆϲ δοτικῆϲ κατὰ τὸ τρίτον πρόϲωπον ἀνάγκη πᾶϲα καὶ τὰ ϲυνταϲϲόμενα ῥήματα ἐν τρίτῳ καταγίνεϲθαι, καὶ ϲυντάϲϲεϲθαι οὐκ ἐν ἄλλῃ γε πτώϲει ἢ τῇ εὐθείᾳ.