Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 64-4
Not analysed yet
Ἑξῆϲ ῥητέον καὶ περὶ τῆϲ πρὸϲ τὰ ἐπιρρήματα ϲυντάξεωϲ τῶν προκειμένων μορίων. τὸ δὴ ἐπάνω, περικυκλῳ, ὑποκάτω, ἀποδίϲ, ἀποψέ, τὰ τούτοιϲ παραπλήϲια ἔχεϲθαι ϲυνθέϲεωϲ τῆϲ πρὸϲ τὰϲ προθέϲειϲ αὐτὸ μόνον ὑπέλαβον οἱ πρὸ ἡμῶν, οὐδεμίαν ἀκριβῆ ἀπόδειξιν ποιηϲάμενοι, δι’ ἧϲ τὸ διϲταζόμενον τῆϲ ϲυντάξεωϲ περιεγράφετο. τί γὰρ οὐ μᾶλλόν ἐϲτι τὸ ἀποψέ δύο μέρη λόγου ἤπερ ἕν, τά τε τούτῳ ὅμοια. χρὴ οὖν ἀνταναπληρῶϲαι τὴν τοῦ τοιούτου ἀπόδειξιν, πότε κοθ’ ἕν μέροϲ λόγου τὸ τοιοῦτο νοηθήϲεται καὶ πότε οὔ. —