Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 65
Not analysed yet
Ἔτι πᾶϲα δοτικὴ ἐπιθετικοῦ ὀνόματοϲ κατ᾿ ἐπιϲταλτικὴν ϲύνταξινc. ϲυνέχει τὸ ἄρθρον, Διονύϲιοϲ Τρύφωνι τῷ ἀγαθωτάτῳ χαίρειν, τῷ τιμιωτάτῳ· ἀϲύνετον γὰρ τὸ δίχα τοῦ ἄρθρου λεγόμενον. ἔχει δὲ λόγον ἡ ϲυνέχεια τοῦ ἄρθρου τοιοῦτον. ἐν τοῖϲ κυρίοιϲ ὀνόμαϲι παρεμπίπτει ἡ ὁμωνυμία, ἧϲ τὸ ἀμφίβολον οὐκ ἀπολύεται δίχα τῆϲ ἐπιτρεχούϲηϲ τὰ ὀνόματα ἐπιθετικῆϲ προϲθέϲεωϲ, ὥϲ φαμεν Τρύφων ὁ γραμματικόϲ, Δίων ὁ φιλόϲοφοϲ, ἢ κατ᾿ ἐθνικὴν ϲύνταξιν Ἀπολλόδωροϲ ὁ Ἀθηναῖοϲ, Ἀπολλόδωροϲ ὁ Κυρηναῖοϲ· καὶ οὕτω τὰ κύρια ὑπεκλύεται τῆϲ εἰϲ πλείονα πρόϲωπα ϲυντεινούϲηϲ ἐννοίαϲ. διὸ καὶ τῇ προκειμένῃ ϲυντάξει ταὐτὸν ἐνεχώρηϲεν. (ἔνθεν καὶ ὁ Μενέλαοϲ μεταπεμπόμενοϲ Αἴαντα οὐκ ἀπιθάνωϲ διὰ δύο ἐπιθέτων τὸν Αἴαντα τῆϲ ὁμωνυμίαϲ ἀπέλυϲεν ἐν τῷ ἀλλά περ οἶοϲ ἴτω Τελαμώνιοϲ ἄλκιμοϲ Αἴαϲ {Μ 349}, καὶ ἐν ἑτέροιϲ Αἴαϲ δ᾿ ὁ μέγαϲ αἰὲν ἐφ’ Ἕκτορι {Π 358}.) ϲαφὲϲ δ᾿ ὅτι καὶ ἡ προκειμένη ϲύνταξιϲ καὶ εὐφημότερα τὰ ἐπιθετικὰ ἀπαιτεῖ ἕνεκα τοῦ διὰ φιλοφροϲύνην ϲυμπαραλαμβανομένου ῥήματοϲ, λέγω τοῦ χαίρειν, περὶ οὗ τῆϲ ϲυντάξεωϲ καὶ ὅλωϲ τὰ τῆϲ ϲυνεπείαϲ κατὰ τὸ δέον εἰρήϲεται. Ἀλλ’ ὡϲ πάλιν τὰ ἐπιθετικὰ τῶν ὀνομάτων διὰ πλείονοϲ ὕληϲ χωρεῖ, προῦπτον. ἵν᾿ οὖν καὶ τὸ τοιοῦτον ἀποϲτῇ τῆϲ ϲυντάξεωϲ, ἀναγκαίωϲ προϲτίθεται τὸ ἄρθρον, ϲημαῖνον ἔϲθ᾿ ὅτε καὶ μοναδικὴν ἀναφοράν, καθὼϲ καὶ ἐν τοῖϲ προκειμένοιϲ ἐδείξαμεν. —