Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 65-2
Not analysed yet
Ἔνθεν οὖν ὀρθοτονοῦνται αὶ ϲυμπλεκόμεναι ἀντωνυμίαι, διὰ τὸ ἐπιϲυμπλεκόμενον πτωτικόν. ἔνθεν τὸ καί μοι ὑποϲτήτω {I 160}, καί μ’ ἐφίληϲεν {I 481} οὐ ϲυμπλέκεται κατὰ τὸ ἀντωνυμικόν, κατὰ δὲ τὸ ῥῆμα, καὶ ἔϲτι τὰ τοῦ λόγου ἐν ὑπερβατῷ· ἰδοὺ γὰρ ἡ ϲυμπλοκὴ οὐκ ἐπήγαγεν ὁμοιόπτωτον πρόϲωπον πρὸϲ τὸ ϲυμπεπλεγμένον ὑπὸ τῶν ἀντωνυμιῶν. ἔνθεν δὲ ἀνεθεῖϲαι τῆϲ διαϲτολῆϲ αἱ ἀντωνυμίαι παρῆκαν τὸν ἴδιον τόνον, ὡϲ ἂν οὐκ ἐνεχόμεναι ὑπὸ τοῦ ϲυνδέϲμου.