Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 65-3
Not analysed yet
Τό γ᾿ οὖν προκείμενον ῥῆμα ἐπὶ τὴν εὐθεῖαν ϲυντείνειεν· Ἀπολλώνιοϲ Διονυϲίῳ χαιρέτω ἢ καὶ ἔτι χαίρει ἢ χαίροι. ἀλλ᾿ ἵνα δῶμεν τὰ τοῦ λόγου κατάλληλα εἶναι, ἐκεῖνο ϲαφέϲτατόν ἐϲτιν, ὅτι τὸ κατὰ τὴν εὐθεῖαν μετέλαβεν τοῦ χαίρειν, οὐχὶ τὸ κατὰ δοτικήν· ἦν γε μὴν τοὐναντίον τὸ προϲχωροῦν τῷ ἐπιϲτελλομένῳ τὸ χαίρειν, ὡϲ εἰ καὶ τοῖϲ ὑπ’ ὄψιν ϲυνοῦϲίν φαμεν τὸ χαῖρε, οὐχ ἑαυτοῖϲ προϲτιθέντεϲ τὸ χαίροιμι ἢ χαίρω. οὐ δυναμένου οὖν τοῦ τοιούτου παραλαμβάνεϲθαι ἀνάγκη πᾶϲα εἰϲ τὸ γενικὸν ἀπαρέμφατον μεταλαμβάνεϲθαι τὴν ϲύνταξιν, ϲυνηθέϲτερον ὑπακουομένηϲ τῆϲ ϲυντάξεωϲ τῆϲ λέγει ἢ εὔχεται, Τρύφων Θέωνι λέγει χαίρειν, ϲυνήθωϲ καὶ ἅλλων ὑπακουομένων, ὡϲ κόπτων ἀμφοτέρῃϲιν {ϲ 28 },ὕει, βροντᾶ. ἐξαιρέτωϲ γε μὴν καὶ τῶν ῥημάτων αἱ ἐγκλίϲειϲ ἔχουϲιν ἐγκείμενα ῥήματα, καθὼϲ ἐδείξαμεν ὅτι ἐν τῷ χαίροιϲἔγκειται τὸ εὔχεϲθαι, ἐν τῷ χαῖρε τὸ προϲτάξαι, ἅπερ μετὰ τῶν ἀπαρεμφάτων παραλαμβάνεται, ὁπηνίκα καὶ ἐγκλίϲειϲ εἰϲ αὐτὰ μετατίθενται.