Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 65-4
Not analysed yet
Ἐν δὴ ταῖϲ προκειμέναιϲ ϲυντάξεϲιν ἐντελῶϲ ἀπεδείκνυτο, ὡϲ αἱ προθέϲειϲ αὐτὸ μόνον ἰδίᾳ νοοῦνται καὶ κατὰ παράθεϲιν ἀναμεμεριϲμέναι ταῖϲ πλαγίαιϲ πτώϲεϲιν (οὐ γὰρ πᾶϲαι κατὰ παϲῶν διήκουϲιν, καθάπερ κἀν τῇ ὑπηγορευμένῃ εἰϲαγωγῇ ἀπεδείξαμεν), ἔν γε μὴν τοῖϲ ἀπτώτοιϲ καθ’ ἕνα ϲχηματιϲμὸν παρελαμβάνοντο. ἔνθεν κατὰ τοῦτο μετὰ καὶ ἄλλων ὦν παρεϲτήϲαμεν αἰτίων, οὐ παρετίθετο τῇ εὐθείᾳ ἔτι ἀπτώτῳ οὔϲῃ. δι’ ὃ δὴ πᾶϲα ἀνάγκη ταὐτὸν παραδέξαϲθαι καὶ ἐπὶ τῶν ἐπιρρημάτων, οὐκ ἐχόντων πλαγίαϲ πτώϲειϲ, δι’ ὦν ἐπινοηθήϲονται παρα. κείμεναι αἱ προθέϲειϲ. —οὐ δόξει τὸ δι’ ὅτι ἀντικεῖϲθαι· ἐδείξαμεν γὰρ ὅτι αἰτιατικὴ ἐγκειμένη ἐϲτὶ μετὰ τῆϲ διά προθέϲεωϲ, καὶ οὐχ ὁ ὅτι ϲύνδεϲμοϲ, ἐπεὶ κἂν πάντωϲ ἕν μέροϲ λόγου καθειϲτήκει, καθάπερ ἔχει καὶ ὁ ἐπεί παραϲυναπτικὸϲ ϲυγκείμενοϲ ἐκ τοῦ εἴ ϲυνδέϲμου καὶ τῆϲ ἐπί προθέϲεωϲ, ὥϲ φηϲι καὶ Ποϲειδώνιοϲ.