Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 66
Not analysed yet
Ἕϲτι καὶ οὕτω φάναι. τὰ ἄρθρα ἔϲθ᾿ ὅτε προϲτιθέμενα ἰδιότητα ὀνόματοϲ παρίϲτηϲιν· οὕτω γὰρ τὸ ἐκ Δήλου τὸ πλοῖον εἰϲ Ἀθήναϲ παραγενόμενον κατέπλευϲεν εἶχε τὴν ϲυνέχειαν τοῦ ἄρθρου ἐν τῷ τὸ πλοῖον κατέπλευϲε, καθὸ καὶ τὸ ὁ ποιητήϲ ὑπαγορεύει τὸν Ὅμηρον. δεόντωϲ ἄρα καὶ κατὰ τὸ τοιοῦτον ἡ πρόϲθεϲίϲ ἐϲτι τοῦ ἄρθρου, ϲυνιδιάζουϲα τὸ ἐπιθετικὸν τῷ κυρίῳ ὀνόματι.