Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 66-2
Not analysed yet
,Τὸν αὐτὸν δὴ λόγον ποιήϲει καὶ ἐπὶ τῶν κατὰ διάζευξιν παραλαμβανομένων καὶ καθόλου τῶν δυναμένων εἰϲ ϲύνταξιν πτωτικὴν παραλαμβάνεϲθαι. φημὶ δὲ τὸ τοιοῦτον, καθότι ὁ ὅτι ϲύνδεϲμοϲ ἐπὶ ῥήματα φέρεται μόνον, ὅθεν οὐδὲ ἀναγκαίωϲ διεγείρει τὰϲ ἀπτωνυμίαϲ, εἰ μὴ τὰ τοῦ λόγου ἀπαιτήϲει· οἷόν τε γὰρ φάναι ὅτι ϲε ἐτίμηϲα ὑβρίϲθην. καθόλου γὰρ οὐκ οἶδε τὴν ἀντωνυμίαν. εἰ δὲ κατ᾿ ὀρθὴν τάϲιν φαίημεν ὅτι ϲὲ ἐτίμηϲα, δῆλον ὅτι ὡϲ οὐ διὰ τὸν ϲύνδεϲμον, διὰ δὲ τὴν ἐπακολουθήϲαϲαν ἀντιδιαϲτολήν.